Ancient Greek · ~2 min
Section 127
Philo Judaeus, Legatio Ad Gaium 127
Not analysed yet
πυρὸς ἐπεισρέοντος πυρί. μηκέτι οὖν ὑπομένειν τὴν δυσχωρίαν |οἷοί τε ὄντες ἐξεχέοντο εἰς ἐρημίας καὶ αἰγιαλοὺς καὶ μνήματα, γλιχόμενοι σπάσαι καθαροῦ καὶ ἀβλαβοῦς ἀέρος. εἰ δέ τινες ἢ προκατελήφθησαν ἐν τοῖς ἄλλοις μέρεσι τῆς πόλεως ἢ ἀγνοίᾳ τῶν κατασκηψάντων κακῶν ἀγρόθεν παρεγένοντο, πολυτρόπων ἀπέλαυον συμφορῶν, ἢ καταλευόμενοι ἢ κεράμῳ τιτρωσκόμενοι ἢ πρίνου κλάδοις καὶ δρυὸς τὰ καιριώτατα μέρη τοῦ σώματος καὶ μάλιστα κεφαλὴν ἄχρι θανάτου καταγνύμενοι.