Ancient Greek · ~2 min
Section 128
Philo Judaeus, Legatio Ad Gaium 128
Not analysed yet
περικαθήμενοι δὲ ἐν κύκλῳ τινὲς τῶν ἀργεῖν καὶ σχολάζειν εἰωθότων τοὺς συνεληλαμένους καὶ συνεωσμένους εἰς ἐσχατιᾶς βραχύ τι μέρος, ὡς ἔφην, καθάπερ τοὺς τειχήρεις γεγονότας ἐπετήρουν, μή τις ὑπεξέλθῃ λαθών. ἔμελλον δὲ ἄρα οὐκ ὀλίγοι διὰ σπάνιν τῶν ἀναγκαίων ἀλογήσαντες τῆς ἰδίας ἀσφαλείας ἐξιέναι, δέει τοῦ μὴ λιμῷ πανοίκιοι παραπολέσθαι. τούτων τὰς διαλύσεις καραδοκοῦντες ἐπετήρουν καὶ τοὺς συλληφθέντας εὐθὺς διέφθειρον αἰκιζόμενοι πάσαις αἰκίαις.