Ancient Greek · ~1 min
Section 135
Philo Judaeus, Legatio Ad Gaium 135
Not analysed yet
καὶ τοσοῦτον ἦν τὸ τάχος καὶ τὸ σύντονον τῆς σπουδῆς, ὥστε οὐκ ἔχοντες ἐν ἑτοίμῳ καινὸν τέθριππον ἐκ τοῦ γυμνασίου παλαιότατον ἐκόμιζον ἰοῦ γέμον, ἠκρωτηριασμένον ὦτα καὶ οὐρὰς καὶ βάσεις καὶ ἕτερα οὐκ ὀλίγα, ὡς δέ φασί τινες καὶ ὑπὲρ γυναικὸς ἀνατεθὲν τῆς ἀρχαίας Κλεοπάτρας, ἥτις ἦν προμάμμη τῆς τελευταίας.