Ancient Greek · ~1 min
Section 136
Philo Judaeus, Legatio Ad Gaium 136
Not analysed yet
ἡλίκην μὲν οὖν καθ’ αὑτὸ τοῦτο τοῖς ἀναθεῖσιν ἐπέφερε κατηγορίαν, παντί τῳ δῆλον. τί γάρ, εἰ καὶ καινὸν γυναικός; τί δέ, εἰ παλαιὸν ἀνδρός; τί δέ, εἰ συνόλως ἐπιφημισθὲν ἑτέρῳ; τοὺς τοιοῦτον ἀνατιθέντας ὑπὲρ αὐτοκράτορος οὐκ εἰκὸς ἦν εὐλαβηθῆναι, μή τις γένηται μήνυσις τῷ πάντα σεμνοποιοῦντι τὰ καθ’ αὑτὸν διαφερόντως;