Ancient Greek · ~1 min
Section 153
Philo Judaeus, Legatio Ad Gaium 153
Not analysed yet
ᾔδεσαν αὐτοῦ τὴν ἐπιμέλειαν καὶ ὅτι τοσαύτην ποιεῖται τῆς βεβαιώσεως τῶν παρ’ ἑκάστοις πατρίων, ὅσην καὶ τῶν Ῥωμαϊκῶν, καὶ ὅτι δέχεται τὰς τιμὰς οὐκ ἐπὶ καθαιρέσει τῶν παρ’ ἐνίοις νομίμων τυφοπλαστῶν ἑαυτόν, ἀλλὰ τῷ μεγέθει τῆς τοσαύτης ἡγεμονίας ἑπόμενος, ἣ διὰ τῶν τοιούτων πέφυκε σεμνοποιεῖσθαι.