Ancient Greek · ~1 min
Section 154
Philo Judaeus, Legatio Ad Gaium 154
Not analysed yet
τοῦ δὲ μὴ ταῖς ὑπερόγκοις τιμαῖς δεθῆναι καὶ φυσηθῆναί ποτε πίστις ἐναργεστάτη τὸ μηδέποτε θεὸν ἑαυτὸν ἐθελῆσαι προσειπεῖν, ἀλλὰ κἂν εἰ λέγοι τις δυσχεραίνειν, καὶ τὸ τοὺς Ἰουδαίους ἀποδέχεσθαι, οὓς ἀκριβῶς ᾔδει πάντα ἀφοσιουμένους τὰ τοιαῦτα.