Ancient Greek · ~1 min
Section 183
Philo Judaeus, Legatio Ad Gaium 183
Not analysed yet
τὸ δὲ δὴ καὶ προνομίας οἴεσθαι τυγχάνειν παρ’ ἀλλοεθνεῖ καὶ νέῳ καὶ αὐτεξουσίῳ δεσπότῃ μὴ καὶ μανίας ἐγγύς ἐστιν; ἀλλ’ ἔοικε τῇ τῶν ἄλλων Ἀλεξανδρέων μερίδι προσκεῖσθαι, ᾗ διδοὺς προνομίαν θᾶττον ὑπέσχετο δικάσειν, ἐὰν ἄρα μὴ τὸν ἴσον καὶ κοινὸν ἀκροατὴν ὑπερβὰς ἀντὶ δικαστοῦ γένηται τῶν μὲν συναγωνιστής, ἡμῶν δὲ ἀντίπαλος. “