Ancient Greek · ~1 min
Section 184
Philo Judaeus, Legatio Ad Gaium 184
Not analysed yet
Ταῦτα λογιζόμενος ἐσφάδᾳζον καὶ οὔτε μεθ’ ἡμέραν οὔτε νύκτωρ ἠρέμουν. ἀθυμοῦντος δέ μου καὶ τὴν ἀνίαν στέγοντος —οὐδὲ γὰρ ἀνενεγκεῖν ἀσφαλὲς ἦν —,ἕτερον κατασκήπτει βαρύτατον ἐξαπιναίως ἀπροσδόκητον κακόν, οὐχ ἑνὶ μέρει τοῦ Ἰουδαϊκοῦ τὸν κίνδυνον ἐπάγον, ἀλλὰ συλλήβδην ἅπαντι τῷ ἔθνει.