Ancient Greek · ~1 min
Section 205
Philo Judaeus, Legatio Ad Gaium 205
Not analysed yet
ὁὁ μὲν οὖν Ἑλικών, σκορπιῶδες ἀνδράποδον, τὸν Αἰγυπτιακὸν ἰὸν εἰς Ἰουδαίους ἤφιεν, ὁὁ δὲ Ἀπελλῆς τὸν ἀπὸ Ἀσκάλωνος· ἦν γὰρ ἐκεῖθεν· Ἀσκαλωνίταις δὲ ἀσύμβατός τις καὶ ἀκατάλλακτος δυσμένεια πρὸς τοὺς τῆς ἱερᾶς χώρας οἰκήτορας Ἰουδαίους ἐστὶν οὖσιν ὁμόροις. “ταῦτα ἀκούοντες ἐφ’ ἑκάστου ῥήματος καὶ ὀνόματος ἐτιτρωσκόμεθα τὰς ψυχάς.