Ancient Greek · ~1 min
Section 206
Philo Judaeus, Legatio Ad Gaium 206
Not analysed yet
ἀλλ’ οἱ μὲν καλῶν πράξεων καλοὶ σύμβουλοι μικρὸν ὕστερον τὰ ἐπίχειρα εὗρον τῆς ἀσεβείας, ὁ μὲν ὑπὸ Γαΐου σιδήρῳ δεθεὶς ἐφ’ ἑτέραις αἰτίαις καὶ στρεβλούμενος καὶ τροχιζόμενος ἐκ περιτροπῆς, ὥσπερ ἐν ταῖς περιοδιζούσαις νόσοις, ὁ δὲ Ἑλικὼν ὑπὸ Κλαυδίου Γερμανικοῦ Καίσαρος ἀναιρεθείς, ἐφ’ οἷς ἄλλοις ὁ φρενοβλαβὴς ἠδίκησεν. ἀλλὰ ταῦτα μὲν ὕστερον ἐγένετο.