Ancient Greek · ~1 min
Section 213
Philo Judaeus, Legatio Ad Gaium 213
Not analysed yet
εἰς δὴ ταῦτα ἀφορῶν ὁ Πετρώνιος βραδὺς ἦν ἐγχειρητής, ὅσον τόλμημα μεγαλουργεῖται σκεπτόμενος, καὶ συγκαλέσας ὡς ἐν συνεδρίῳ τοὺς τῆς ψυχῆς ἅπαντας λογισμοὺς τὴν ἑκάστου γνώμην διηρεύνα καὶ πάντας εὕρισκεν ὁμογνωμονοῦντας περὶ τοῦ μηδὲν κινεῖν τῶν ἐξ ἀρχῆς καθωσιωμένων, πρῶτον διὰ τὸ φύσει δίκαιον καὶ εὐσεβές, ἔπειτα διὰ τὸν ἐπικρεμάμενον κίνδυνον, οὐκ ἐκ θεοῦ μόνον ἀλλὰ καὶ τῶν ἐπηρεαζομένων.