Ancient Greek · ~1 min
Section 212
Philo Judaeus, Legatio Ad Gaium 212
Not analysed yet
περιττοτέρα δὲ καὶ ἐξαίρετός ἐστιν αὐτοῖς ἅπασιν ἡ περὶ τὸ ἱερὸν σπουδή. τεκμήριον δὲ μέγιστον· θάνατος ἀπαραίτητος ὥρισται κατὰ τῶν εἰς τοὺς ἐντὸς περιβόλους παρελθόντων —δέχονται γὰρ εἰς τοὺς ἐξωτέρω τοὺς πανταχόθεν πάντας —τῶν οὐχ ὁμοεθνῶν.