Ancient Greek · ~2 min
Section 216
Philo Judaeus, Legatio Ad Gaium 216
Not analysed yet
ἐφόβουν δὲ αὐτὸν καὶ αἱ πέραν Εὐφράτου δυνάμεις· ᾔδει γὰρ Βαβυλῶνα καὶ πολλὰς ἄλλας τῶν σατραπειῶν ὑπὸ Ἰουδαίων κατεχομένας, οὐκ ἀκοῇ μόνον ἀλλὰ καὶ πείρᾳ· καθ’ ἕκαστον γὰρ ἐνιαυτὸν ἱεροπομποὶ στέλλονται χρυσὸν καὶ ἄργυρον πλεῖστον κομίζοντες εἰς τὸ ἱερὸν τὸν ἀθροισθέντα ἐκ τῶν ἀπαρχῶν, δυσβάτους καὶ ἀτριβεῖς καὶ ἀνηνύτους ὁδοὺς περαιούμενοι, ἃς λεωφόρους εἶναι νομίζουσιν, ὅτι πρὸς εὐσέβειαν ἄγειν δοκοῦσι.