Ancient Greek · ~1 min
Section 217
Philo Judaeus, Legatio Ad Gaium 217
Not analysed yet
περιδεὴς οὖν ὡς εἰκὸς ἦν, μὴ πυθόμενοι τὴν καινουργουμένην ἀνάθεσιν ἐπιφοιτήσωσιν ἐξαίφνης καὶ περίσχωσιν, οἱ μὲν ἔνθεν οἱ δὲ ἔνθεν, κύκλος γενόμενοι, καὶ συνάψαντες ἀλλήλοις τοὺς ἐναποληφθέντας μέσους δεινὰ ἐργάσωνται. τοιούτοις μὲν λογισμοῖς χρώμενος ἀπώκνει.