Ancient Greek · ~2 min
Section 218
Philo Judaeus, Legatio Ad Gaium 218
Not analysed yet
πάλιν δὲ ὑπὸ τῶν ἐναντίων ἀνθείλκετο, „δεσπότου“ λέγων „ἡ πρόσταξίς ἐστι καὶ νέου καὶ ὅ τι ἂν βουληθῇ τοῦτο συμφέρον κρίνοντος καὶ τὸ γνωσθὲν ἅπαξ ἐπιτελεσθῆναι, κἂν ἀλυσιτελέστατον ᾖ καὶ φιλονεικίας καὶ ἀλαζονείας γέμον, ὅς γε καὶ ὑπερπηδήσας τὸν ἄνθρωπον ἐν θεοῖς ἤδη γράφει ἑαυτόν. ἐπικρέμαται δή μοι κίνδυνος ὁ περὶ ψυχῆς καὶ ἐναντιωθέντι καὶ εἴξαντι, ἀλλ’ εἴξαντι μὲν μετὰ πολέμου καὶ τάχα ἀμφίβολος καὶ οὐ πάντως ἀποβησόμενος, ἐναντιωθέντι δὲ ἀπαραίτητος καὶ ὁμολογούμενος ἐκ Γαΐου. “