Ancient Greek · ~1 min
Section 240
Philo Judaeus, Legatio Ad Gaium 240
Not analysed yet
τάχα που πρεσβευσάμενοι πείσομεν, ἢ περὶ θεοῦ τιμῆς πως διεξελθόντες ἢ περὶ νομίμων ἀκαθαιρέτων φυλακῆς ἢ περὶ τοῦ μὴ πάντων καὶ τῶν ἐν ἐσχατιαῖς ἐθνῶν, οἷς τετήρηται τὰ πάτρια, ἔλαττον ἐνέγκασθαι ἢ περὶ ὧν ὁ πάππος αὐτοῦ καὶ πρόπαππος ἔγνωσαν ἐπισφραγιζόμενοι τὰ ἡμέτερα ἔθη μετὰ πάσης ἐπιμελείας.