Ancient Greek · ~1 min
Section 241
Philo Judaeus, Legatio Ad Gaium 241
Not analysed yet
ἴσως ταῦτα ἀκούων ἔσται μαλακώτερος· οὐκ ἐν ὁμοίῳ μένουσιν αἱ γνῶμαι τῶν μεγάλων, αἱ δὲ σὺν ὀργῇ καὶ τάχιστα κάμνουσι. διαβεβλήμεθα, τὰς διαβολὰς ἐπίτρεψον ἰάσασθαι· ἀκρίτους καταγνωσθῆναι χαλεπόν.