Ancient Greek · ~1 min
Section 242
Philo Judaeus, Legatio Ad Gaium 242
Not analysed yet
ἐὰν δὲ μὴ πείσωμεν, τί λοιπὸν ἐμποδών ἐστιν [ἢ] ταῦτα ἃ καὶ νῦν διανοῇ πράττειν; ἕως οὐ πεπρεσβεύμεθα, μὴ ἀποκόψῃς τὰς ἀμείνους ἐλπίδας μυριάδων τοσούτων, αἷς οὐχ ὑπὲρ κέρδους ἀλλ’ ὑπὲρ εὐσεβείας ἐστὶν ἡ σπουδή. καίτοι γε ἡμάρτομεν τοῦτο εἰπόντες· τί γὰρ ἂν εἴη κέρδος λυσιτελέστερον ὁσιότητος ἀνθρώποις; “