Ancient Greek · ~1 min
Section 244
Philo Judaeus, Legatio Ad Gaium 244
Not analysed yet
ἐπεξαναστὰς δὲ μετὰ τῶν συνέδρων ἐβουλεύετο τὰ πρακτέα καὶ ἑώρα τοὺς μὲν πρὸ μικροῦ παντάπασιν ἐναντιουμένους ἐπαμφοτερίζοντας, τοὺς δὲ ἐνδοιαστὰς ἐπιρρέποντας ἤδη τῷ πλείονι μέρει πρὸς ἔλεον· ἐφ’ οἷς ἥδετο, καίτοι τὴν φύσιν εἰδὼς τοῦ προεστῶτος καὶ ὡς ἔστιν ἀπαραίτητος ὀργήν.