Ancient Greek · ~2 min
Section 245
Philo Judaeus, Legatio Ad Gaium 245
Not analysed yet
ἀλλ’ εἶχέ τινα καὶ αὐτός, ὡς ἔοικεν, ἐναύσματα τῆς Ἰουδαϊκῆς φιλοσοφίας ἅμα καὶ εὐσεβείας, εἴτε καὶ πάλαι προμαθὼν ἕνεκα τῆς περὶ παιδείαν σπουδῆς εἴτε καὶ ἀφ’ οὗ τῶν χώρων ἐπετρόπευσεν, ἐν οἷς Ἰουδαῖοι καθ’ ἑκάστην πόλιν εἰσὶ παμπληθεῖς, Ἀσίας τε καὶ Συρίας, εἴτε καὶ τὴν ψυχὴν οὕτω διατεθεὶς αὐτηκόῳ καὶ αὐτοκελεύστῳ καὶ αὐτομαθεῖ τινι πρὸς τὰ σπουδῆς ἄξια φύσει. τοῖς δὲ ἀγαθοῖς ἀγαθὰς ὑπηχεῖν ἔοικε γνώμας ὁ θεός, δι’ ὧν ὠφελοῦντες ὠφεληθήσονται· ὅπερ κἀκείνῳ συνέβη. τίνες οὖν ἦσαν αἱ γνῶμαι;