Ancient Greek · ~1 min
Section 246
Philo Judaeus, Legatio Ad Gaium 246
Not analysed yet
μὴ κατεπείγειν τοὺς δημιουργούς, ἀλλ’ ἀναπείθειν εὖ τετεχνιτευμένον ἀπεργάσασθαι τὸν ἀνδριάντα, στοχαζομένους καθ’ ὅσον ἂν οἷόν τε ᾖ μὴ ἀπολειφθῆναι τῶν διωνομασμένων ἀρχετύπων εἰς πλείονος χρόνου μῆκος, ἐπειδὴ τὰ μὲν αὐτοσχέδια φιλεῖ πως ἐπιτέμνεσθαι, τὰ δὲ σὺν πόνῳ καὶ ἐπιστήμῃ μῆκος χρόνων ἐπιζητεῖν.