Ancient Greek · ~1 min
Section 268
Philo Judaeus, Legatio Ad Gaium 268
Not analysed yet
ὁ μὲν οὖν Γάιος ἔτι μᾶλλον ἐξετραχύνθη τὸ κατὰ τοῦ ἔθνους μῖσος ἐπιτείνων· „εἰ γὰρ Ἀγρίππας“ ἔφασκεν „ὁ συνηθέστατος καὶ φίλτατος καὶ τοσαύταις ἐνδεδεμένος εὐεργεσίαις ἥττηται τῶν ἐθῶν, ὡς μηδὲ ἀκοὴν ἀνέχεσθαι τὴν κατ’ αὐτῶν, ἀλλ’ ὑπ’ ἐκλύσεως μικροῦ καὶ τελευτῆσαι, τί χρὴ περὶ τῶν ἄλλων προσδοκᾶν, οἷς μηδεμία πρόσεστιν ὁλκὸς δύναμις εἰς τοὐναντίον; “