Ancient Greek · ~1 min
Section 269
Philo Judaeus, Legatio Ad Gaium 269
Not analysed yet
ὁ δὲ Ἀγρίππας τὴν μὲν πρώτην ἡμέραν καὶ τὸ πλεῖστον μέρος τῆς ὑστεραίας ὑπὸ κάρου πιεσθεὶς βαθέος οὐδὲν ἐγνώριζε τῶν ὄντων, περὶ δὲ δείλην ἑσπέραν μικρὸν ὅσον τὴν κεφαλὴν ἐπάρας καὶ βεβαρημένους τοὺς ὀφθαλμοὺς ἐπὶ βραχὺ μόλις διοίξας ἀμαυραῖς καὶ ἀχλυώδεσι ταῖς ὄψεσι τοὺς ἐν κύκλῳ παρεθεᾶτο, μήπω γνωρίζειν δυνάμενος ἐπ’ ἀκριβὲς τὰς ἑκάστων ἰδέας.