Ancient Greek · ~1 min
Section 318
Philo Judaeus, Legatio Ad Gaium 318
Not analysed yet
ἀλλὰ γὰρ ὁ τοσοῦτος ἡγεμὼν καὶ φιλόσοφος οὐδενὸς δεύτερος ἐλογίσατο παρ’ ἑαυτῷ, ὅτι ἀναγκαῖόν ἐστιν ἐν τοῖς περιγείοις ἐξαίρετον ἀπονενεμῆσθαι τόπον ἱερὸν τῷ ἀοράτῳ θεῷ μηδὲν ὁρατὸν ἀπεικόνισμα περιέξοντα πρὸς μετουσίαν ἐλπίδων χρηστῶν καὶ ἀπόλαυσιν ἀγαθῶν τελείων.