Ancient Greek · ~1 min
Section 319
Philo Judaeus, Legatio Ad Gaium 319
Not analysed yet
ὑφηγητῇ τοιούτῳ τῆς εὐσεβείας χρησαμένη καὶ ἡ προμάμμη σου Ἰουλία Σεβαστὴ κατεκόσμησε τὸν νεὼν χρυσαῖς φιάλαις καὶ σπονδείοις καὶ ἄλλων ἀναθημάτων πολυτελεστάτων πλήθει· τί παθοῦσα καὶ αὕτη, μηδενὸς ἔνδον ὄντος ἀφιδρύματος; ἀσθενέστεραι γάρ πώς εἰσιν αἱ γνῶμαι τῶν γυναικῶν ἔξω τῶν αἰσθητῶν μηδὲν ἰσχύουσαι νοητὸν καταλαβεῖν.