Ancient Greek · ~2 min
Section 322
Philo Judaeus, Legatio Ad Gaium 322
Not analysed yet
παρακλητεύουσι τοῖς νόμοις αὐτοκράτορες πρὸς αὐτοκράτορα, Σεβαστοὶ πρὸς Σεβαστόν, πάπποι καὶ πρόγονοι πρὸς ἔκγονον, πλείους πρὸς ἕνα, μονονουχὶ φάσκοντες· ἐν ταῖς ἡμετέραις βουλήσεσιν ἃ μέχρι καὶ τήμερον ἐφυλάχθη νόμιμα μὴ καθέλῃς· καὶ γὰρ εἰ μηδὲν ἐκ τῆς καταλύσεως αὐτῶν ἀπαντηθείη παλίμφημον, ἀλλ’ ἥ γε τοῦ μέλλοντος ἀδηλότης καὶ τοῖς θαρραλεωτάτοις, εἰ μὴ καταφρονηταὶ τῶν θείων εἰσίν, οὐ παντελῶς ἐστιν ἄφοβος.