Ancient Greek · ~1 min
Section 323
Philo Judaeus, Legatio Ad Gaium 323
Not analysed yet
ἐὰν καταλέγωμαι τὰς εἰς ἐμαυτὸν ἐκ σοῦ γενομένας εὐεργεσίας, ἐπιλείψει με ἡ ἡμέρα, πρὸς τῷ μηδὲ ἁρμόττον εἶναι προηγούμενον ἔργον πάρεργον ἑτέρου ποιεῖσθαι λόγου· κἂν ἡσυχάζω μέντοι, τὰ πράγματα αὐτὰ βοᾷ καὶ φωνὴν ἀφίησιν. ἔλυσάς με σιδήρῳ δεδεμένον· τίς οὐκ οἶδεν;