Ancient Greek · ~1 min
Section 333
Philo Judaeus, Legatio Ad Gaium 333
Not analysed yet
ἡμερωθεὶς οὖν ὅσα τῷ δοκεῖν ἀποκρίσεων χρηστοτέρων Ἀγρίππαν ἠξίωσε, τὸ ἀνωτάτω καὶ μέγιστον δωρούμενος, τὸ μηκέτι γενέσθαι τὴν ἀνάθεσιν· καὶ Ποπλίῳ Πετρωνίῳ, τῷ τῆς Συρίας ἐπιτρόπῳ, κελεύει γραφῆναι μηδὲν ἐπὶ τῷ ἱερῷ τῶν Ἰουδαίων ἔτι νεώτερον κινεῖν.