Ancient Greek · ~1 min
Section 334
Philo Judaeus, Legatio Ad Gaium 334
Not analysed yet
ὅμως μέντοι καὶ τὴν χάριν διδοὺς ἔδωκεν οὐκ ἀκέραιον, ἀλλ’ ἀναμίξας αὐτῇ δέος ἀργαλεώτατον· προσγράφει γάρ· „ἐὰν δέ τινες ἐν ταῖς ὁμόροις ἔξω μιᾶς τῆς μητροπόλεως ἐθέλοντες βωμοὺς ἢ ἱερὰ ἤ τινας εἰκόνας ἢ ἀνδριάντας ὑπὲρ ἐμοῦ καὶ τῶν ἐμῶν ἱδρύεσθαι κωλύωνται, τοὺς εἴργοντας ἢ παραχρῆμα κολάζειν ἢ εἰς αὐτὸν ἀνάγειν. “