Ancient Greek · ~2 min
Section 335
Philo Judaeus, Legatio Ad Gaium 335
Not analysed yet
τοῦτο δὲ οὐδὲν ἦν ἕτερον ἢ στάσεων καὶ ἐμφυλίων πολέμων ἀρχὴ καὶ τῆς δωρεᾶς, ἣν ἐπ’ εὐθείας ἐδόκει παρασχεῖν, πλάγιός τις ἀναίρεσις· ἔμελλον γὰρ οἱ μὲν κατὰ τὴν πρὸς Ἰουδαίους φιλονεικίαν μᾶλλον ἢ τὸ πρὸς Γάιον εὐσεβὲς καταπλήσειν τὴν χώραν ἅπασαν ἀναθημάτων, οἱ δὲ ἐν ὄψεσι ταῖς αὑτῶν τὴν τῶν πατρίων ὁρῶντες κατάλυσιν, εἰ καὶ πάντων ἦσαν πρᾳοπαθέστατοι, μὴ ἀνέχεσθαι, Γάιος δὲ τοὺς παρακινηθέντας τιμωρίᾳ κρίνων μεγίστῃ ἀνατεθῆναι πάλιν κελεύειν τὸν ἀνδριάντα ἐν τῷ ἱερῷ.