Ancient Greek · ~1 min
Section 343
Philo Judaeus, Legatio Ad Gaium 343
Not analysed yet
εἰ δέ τισι καὶ δωρεὰν ἔδωκεν ἀργύριον, οὐχ ὡς δάνειον ἀνέπραττε τόκους προσεκλέγων καὶ ἐπιτοκίας, ἀλλ’ ὡς φώριον μετὰ μεγίστης τῶν λαβόντων ζημίας· οὐ γὰρ ἐξήρκει τὰ δοθέντα τοῖς ἀθλίοις ἀποτιννύειν, ἀλλὰ καὶ τὰς οὐσίας ὅλας προσεισέφερον, ἃς ἢ παρὰ γονέων ἢ παρ’ οἰκείων ἢ φίλων ἐκληρονόμουν ἢ ποριστὴν ἑλόμενοι βίον ἐκτήσαντο αὐτοὶ δι’ ἑαυτῶν.