Ancient Greek · ~1 min
Section 344
Philo Judaeus, Legatio Ad Gaium 344
Not analysed yet
οἱ δ’ εὐπάρυφοι καὶ σφόδρ’ εὐδοκιμεῖν οἰόμενοι τρόπον ἕτερον τὸν σὺν ἡδονῇ μετὰ προσποιήσεως φιλικῆς ἐβλάπτοντο, πάμπολλα μὲν εἰς τὰς ἀκρίτους καὶ ἀτάκτους καὶ ἐξαπιναίους ἀποδημίας ἀναλίσκοντες, πάμπολλα δὲ εἰς τὰς ἑστιάσεις· ὅλας γὰρ οὐσίας ἐξανάλουν εἰς ἑνὸς δείπνου παρασκευήν, ὡς καὶ δανείζεσθαι· τοσαύτη τις ἦν ἡ πολυτέλεια.