Ancient Greek · ~1 min
Section 37
Philo Judaeus, Legatio Ad Gaium 37
Not analysed yet
καὶ ὁπότε μὴ πείθοι τὰ εἰκότα διεξιών, τὴν ἀπὸ συνθηκῶν πίστιν ἐπέφερεν, „ἐγγυῶμαι“ λέγων, „ἀξιόχρεώς εἰμι πρὸς πίστιν· ἱκανὰς ἀποδείξεις δέδωκα τοῦ φιλόκαισαρ ἰδίως καὶ φιλοτιβέριος εἶναι, τὴν ἐπίθεσιν καὶ καθαίρεσιν ἐγχειρισθεὶς Σηιανοῦ. “