Ancient Greek · ~1 min
Section 38
Philo Judaeus, Legatio Ad Gaium 38
Not analysed yet
καὶ συνόλως δὲ ἱκανὸς ἦν ἐν τοῖς εἰς Γάιον ἐπαίνοις, εἰ δεῖ καλεῖν ἀξίως ἐπαίνους τὰς ἀπολογίας, αἳ πρὸς τὰς ἐξ ὑπονοιῶν αἰτίας καὶ κατηγορίας ἀδήλους καὶ ἀσαφεῖς ἐγίνοντο· συνόλως γὰρ ὅσα περὶ ἀδελφῶν εἴποι τις ἂν ἢ υἱῶν γνησίων ἐγκώμια, τοσαῦτα καὶ ἔτι πλείω Μάκρων ὑπὲρ Γαΐου διεξῄει πρὸς Τιβέριον.