Ancient Greek · ~3 min
100 to 101
Philo Judaeus, Legum allegoriarum libri i‑iii 100-2-101
Not analysed yet
εὖ δ’ ὅτι εἰς τοὔμπροσθεν οὐ πίπτει ἡ ψυχή· μὴ γὰρ προερχέσθω τῶν παθῶν, ἀλλ’ ὑστεριζέτω τούτων, καὶ σωφρονισθήσεται. καὶ δογματικόν ἐστιν ὃ λέγει· ἐὰν γὰρ ὁρμήσας ὁ νοῦς ἀδικῆσαι ὑστερήσῃ καὶ πέσῃ εἰς τὰ ὀπίσω, οὐκ ἀδικήσει· ἐὰν δὲ ἐπὶ πάθος κινηθεὶς ἄλογον μὴ ἐπεκδράμῃ, ἀλλὰ κατόπιν μείνῃ, ἀπάθειαν, τὸ κάλλιστον, καρπώσεται. διὸ καὶ τὸ κατόπιν πτῶμα ἀποδεχόμενος τῶν κακιῶν ἐπιφέρει· „τὴν σωτηρίαν περιμένων κυρίου“· ὄντως γὰρ ὑπὸ θεοῦ σῴζεται ὁ ἀποπίπτων τῶν παθῶν καὶ ὑστερίζων τῆς ἐνεργείας αὐτῶν. πέσοι τοιοῦτόν μου πτῶμα ἡ ψυχὴ καὶ μηδέποτε ἀνασταίη ἐπὶ τὸ ἵππειον καὶ σκιρτητικὸν πάθος, ἵνα θεοῦ σωτηρίαν περιμείνασα εὐδαιμονήσῃ.