Ancient Greek · ~2 min
ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ
Philo Judaeus, Legum allegoriarum libri i‑iii 99-2
Not analysed yet
βίον οἱ φυγάδες ἀρετῆς λογισμοί. „δάκνων πτέρναν ἵππου. “ἐχομένως πτερνιστής ἐστιν ὁ τὴν στάσιν τοῦ γενητοῦ καὶ φθαρτοῦ διασείων τρόπος. τὰ πάθη δὲ ἵππῳ ἀπεικάσθη· τετρασκελὲς |γὰρ καὶ τὸ πάθος ὡς ἵππος καὶ ὁρμητικὸν καὶ αὐθαδείας γέμον καὶ σκιρτητικὸν φύσει. ὁ δὲ σωφροσύνης λόγος δάκνειν καὶ τιτρώσκειν φιλεῖ καὶ ἀναιρεῖν τὸ πάθος· πτερνισθέντος δὲ τοῦ πάθους καὶ ὀκλάσαντος „πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσω“. ἱππέα νοητέον τὸν ἐπιβεβηκότα τοῖς πάθεσι νοῦν, ὃς ἀποπίπτει τῶν παθῶν, ὅταν αὐτὰ συλλογισθῇ καὶ πτερνισθῇ.