Ancient Greek · ~2 min
ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ
Philo Judaeus, Legum allegoriarum libri i‑iii 123
Not analysed yet
εἶναι συμβέβηκέ που. φησὶν οὖν ἱδρῦσθαι τὸν |κεκριμένον λόγον ἔχοντα τὰς ἰδίας ἀρετὰς ἐπὶ τοῦ στήθους δηλονότι Ἀαρών, τουτέστιν ἐπὶ τοῦ θυμοῦ, ἵν’ οὗτος ἡνιοχῆται λόγῳ τὸ πρῶτον καὶ μὴ ὑπὸ τῆς ἑαυτοῦ ἀλογίας βλάπτηται, εἶτα δὲ σαφηνείᾳ, οὐ πέφυκε γὰρ ὁ θυμὸς σαφηνείας εἶναι φίλος· τῶν γοῦν ὀργιζομένων οὐ μόνον ἡ διάνοια ἀλλὰ καὶ τὰ ῥήματα ταραχῆς καὶ συγχύσεως γέμει· οἰκεῖον οὖν ἦν τὴν τοῦ θυμοῦ ἀσάφειαν ἐπανορθωθῆναι σαφηνείᾳ·