Ancient Greek · ~3 min
124 to 125
Philo Judaeus, Legum allegoriarum libri i‑iii 124-125
Not analysed yet
ἐπὶ τούτοις ἀληθότητι, μετὰ γὰρ τῶν ἄλλων καὶ τοῦτο ἔχει ὁ θυμὸς ἴδιον, τὸ ψεύδεσθαι· τῶν γοῦν χρωμένων τῷ πάθει τούτῳ σχεδὸν οὐδεὶς ἀληθεύει, ἅτε μέθῃ κεκρατημένος ψυχῆς, οὐ σώματος. ταῦτα ἀλεξιφάρμακα τοῦ θυμικοῦ μέρους ἐστί· λόγος, σαφήνεια λόγου, ἀλήθεια αὐτοῦ· ἓν γάρ ἐστι δυνάμει τὰ τρία, λόγος σὺν ἀρεταῖς ἀληθότητι καὶ σαφηνείᾳ θυμὸν νόσημα χαλεπὸν ψυχῆς ἰώμενος. τίνος οὖν ἐστι φέρειν ταῦτα; οὐχὶ τῆς ἐμῆς ἢ τῆς τοῦ τυχόντος διανοίας, ἀλλὰ τῆς ἱερωμένης καὶ θυούσης καθαρῶς, τῆς Ἀαρών· καὶ οὐδὲ ταύτης ἀεί, πολλάκις γὰρ τρέπεται, ἀλλ’ ὅταν ἀτρέπτως διάγῃ, ὅταν εἰσπορεύηται εἰς τὸ ἅγιον, ὅταν συνεισπορεύηται ὁ λογισμὸς ταῖς ἁγίαις γνώμαις καὶ μὴ τούτων ἀποδιδράσκῃ.