Ancient Greek · ~2 min
ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ
Philo Judaeus, Legum allegoriarum libri i‑iii 18
Not analysed yet
ὀρθῶς οὖν ἔφη ὅτι τὴν ἑβδόμην εὐλόγησέ τε καὶ ἡγίασεν, „ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ποιεῖν ὁ θεός" (Gen. 2, 3). αἰτία δ’ ἡ δι’ ἣν εὐλόγιστός τε καὶ ἅγιος γέγονεν ὁ κατὰ τὸ ἕβδομον καὶ τέλειον φῶς ἄγων ἑαυτόν, ἐπεὶ ἐν ταύτῃ τῇ φύσει παύεται ἡ τῶν θνητῶν σύστασις. καὶ γὰρ οὕτως ἔχει· ὅταν ἀνατείλῃ φέγγος τῆς ἀρετῆς τὸ λαμπρότατον καὶ θεῖον ὄντως, ἐπέχεται τῆς ἐναντίας φύσεως ἡ γένεσις. ἐδηλώσαμεν δὲ ὅτι παύων ὁ θεὸς οὐ παύεται ποιῶν, ἀλλ’ ἑτέρων γενέσεως ἄρχεται, ἅτε οὐ τεχνίτης μόνον ἀλλὰ καὶ πατὴρ ὢν τῶν γινομένων.