Ancient Greek · ~3 min
19 to 20
Philo Judaeus, Legum allegoriarum libri i‑iii 19-20
Not analysed yet
„Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς, ὅτε ἐγένετο“ (Gen. 2,4). οὗτος ὁ κατὰ ἑβδομάδα κινούμενος τέλειος λόγος ἀρχὴ γενέσεως τοῦ τε κατὰ τὰς ἰδέας νοῦ τεταγμένου καὶ τῆς κατὰ τὰς ἰδέας τεταγμένης νοητῆς, εἰ οἷόν τε τοῦτο εἰπεῖν, αἰσθήσεως. βιβλίον δὲ εἴρηκε τὸν τοῦ θεοῦ λόγον, ᾧ συμβέβηκεν ἐγγράφεσθαι καὶ ἐγχαράττεσθαι τὰς τῶν ἄλλων συστάσεις. ἵνα δὲ μὴ καθ’ ὡρισμένας χρόνων περιόδους ὑπολάβῃς τὸ θεῖόν τι ποιεῖν, ἀλλ’ εἰδῇς ἄδηλα καὶ ἀτέκμαρτα καὶ ἀκατάληπτα τῷ θνητῷ γένει τὰ δημιουργούμενα, ἐπιφέρει τὸ „ὅτε ἐγένετο“, τὸ πότε κατὰ περιγραφὴν οὐ διορίζων· ἀπεριγράφως γὰρ γίνεται τὰ γινόμενα ὑπὸ τοῦ αἰτίου. ἀνῄρηται τοίνυν τὸ ἐν ἓξ ἡμέραις γεγενῆσθαι τὸ πᾶν.