Ancient Greek · ~2 min
ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ
Philo Judaeus, Legum allegoriarum libri i‑iii 181
Not analysed yet
ἀλλ’ ὅρα πάλιν τὴν ἐν τούτῳ λεπτουργίαν· τῆς ἀρετῆς ὁ θεὸς τὰς μήτρας ἀνοίγει, σπείρων ἐν αὐταῖς τὰς καλὰς πράξεις, ἡ δὲ μήτρα, παραδεξαμένη τὴν ἀρετὴν ὑπὸ θεοῦ, οὐ τίκτει τῷ θεῷ —χρεῖος γὰρ οὐδενός ἐστιν ὁ ὤν —,ἀλλ’ ἐμοὶ τῷ Ἰακὼβ υἱούς· ἐμοῦ γὰρ ἕνεκα ἔσπειρεν ὁ θεὸς ἐν τῇ ἀρετῇ τάχα, οὐχ ἑαυτοῦ. οὐκοῦν ἄλλος μὲν ἀνὴρ τῆς Λείας ὁ ἡσυχαζόμενος εὑρίσκεται, ἄλλος δὲ πατὴρ τῶν ἐκ Λείας τέκνων· ἀνὴρ μὲν γὰρ ὁ τὴν μήτραν ἀνοίγων, πατὴρ δὲ τῶν τέκνων, ᾧ ταῦτα τίκτειν λέγεται.