Ancient Greek · ~2 min
ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ
Philo Judaeus, Legum allegoriarum libri i‑iii 182
Not analysed yet
„Καὶ ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικός“ (Gen. 3, 15). ὄντως ἐστὶν ἡδονὴ ἐχθρὸν αἰσθήσει, καίτοι δοκοῦν ἐνίοις μάλιστα εἶναι φίλον· ἀλλ’ ὥσπερ τὸν κόλακα οὐκ ἄν τις ἑταῖρον εἴποι —νόσος γὰρ φιλίας ἡ κολακεία —οὐδὲ τὴν ἑταίραν εὔνουν ἐραστῇ —τοῖς γὰρ διδομένοις, οὐκ αὐτῷ, προσπέπονθεν —,οὕτω καὶ τὴν ἡδονὴν ἐξετάζων εὑρήσεις νόθον οἰκειότητα ὑποδυομένην πρὸς αἴσθησιν.