Ancient Greek · ~2 min
ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ
Philo Judaeus, Legum allegoriarum libri i‑iii 236
Not analysed yet
τούτων μία τῶν γυναικῶν ἐστιν ἡ Πεντεφρῆ τοῦ Φαραὼ ἀρχιμαγείρου (Gen. 39, 1 ss.) · ὃς πῶς ἔχει γυναῖκα εὐνοῦχος ὤν, ἐπισκεπτέον· τοῖς γὰρ τὰ ῥήματα τοῦ νόμου πραγματευομένοις πρὸ ἀλληγορίας ἀκολουθήσει τὸ δοκοῦν ἀπορεῖσθαι· ὁ γὰρ εὐνοῦχος καὶ ἀρχιμάγειρος ὄντως νοῦς μὴ ταῖς ἁπλαῖς μόνον ἀλλὰ καὶ ταῖς περιτταῖς χρώμενος ἡδοναῖς εὐνοῦχος κέκληται καὶ ἄγονος σοφίας, ὢν εὐνοῦχος οὐκ ἄλλου τινὸς ἢ τοῦ σκεδαστοῦ τῶν καλῶν Φαραώ· ἐπεί τοι κατ’ ἄλλον λόγον ἄριστον ἂν εἴη τὸ εὐνοῦχον γενέσθαι, εἰ δυνήσεται ἡμῶν ἡ ψυχὴ κακίαν ἐκφυγοῦσα ἀπομαθεῖν τὸ πάθος.