Ancient Greek · ~3 min
237 to 238
Philo Judaeus, Legum allegoriarum libri i‑iii 237-238
Not analysed yet
διὸ καὶ Ἰωσὴφ ὁ ἐγκρατὴς τρόπος τῇ λεγούσῃ ἡδονῇ „Κοιμήθητι μετ’ ἐμοῦ (Gen. 39, 7) καὶ ἄνθρωπος ὢν ἀνθρωποπάθησον καὶ ἀπόλαυσον τῶν κατὰ τὸν βίον τερπνῶν" ἐναντιοῦται φάσκων· „ἁμαρτήσομαι εἰς τὸν θεὸν τὸν φιλάρετον, εἰ γενοίμην φιλήδονος· πονηρὸν γὰρ τοῦτ’ ἔργον". καὶ νῦν μὲν ἀκροβολίζεται, ἤδη δὲ καὶ καρτερῶς ἀπομάχεται, ὅταν εἰσέλθῃ εἰς τὸν ἑαυτῆς οἶκον ἡ ψυχὴ καὶ ἀναδραμοῦσα ἐπὶ τοὺς ἑαυτῆς τόνους ἀποτάξηται τοῖς κατὰ τὸ σῶμα καὶ τὰ ἴδια ὡς ψυχῆς ἔργα ἐργάσηται· οὔτ’ εἰς τὸν οἶκον Ἰωσὴφ οὔτε Πεντεφρῆ, ἀλλ’ "εἰς τὴν οἰκίαν“ —καὶ οὐ προστίθησι τὴν τίνος, ἵνα σκεπτικῶς ἀλληγορῇς— „ποιεῖν τὰ ἔργα αὐτοῦ“ (Gen. 39, 11).