Ancient Greek · ~2 min
ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ
Philo Judaeus, Legum allegoriarum libri i‑iii 34-2
Not analysed yet
διὸ καὶ Μωυσῆς φησιν ὅτι „οὐκ ἐάσει τὸν ὀλοθρεύοντα εἰσελθεῖν εἰς τὰς οἰκίας ὑμῶν πατάξαι“ (Exod. 12, 23)· ἐᾷ μὲν γὰρ τὸν ὀλοθρεύοντα —ὄλεθρος δὲ ψυχῆς ἐστιν ἡ τροπή —εἰσελθεῖν εἰς τὴν ψυχήν, ἵνα τὸ ἴδιον ἐνδείξηται τοῦ γενητοῦ· οὐκ ἀφήσει δὲ ὁ θεὸς τὸν τοῦ ὁρῶντος ἔγγονον Ἰσραὴλ οὕτως τραπῆναι, ὥστε πληγῆναι ὑπὸ τῆς τροπῆς, ἀλλὰ ἀναδραμεῖν καὶ ἀνακῦψαι ὥσπερ ἐκ βυθοῦ καὶ ἀνασωθῆναι βιάσεται.