Ancient Greek · ~4 min
35 to 37
Philo Judaeus, Legum allegoriarum libri i‑iii 35-2-37
Not analysed yet
„ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ“ (Gen. 2, 21). τῶν πολλῶν τοῦ νοῦ δυνάμεων μίαν ἔλαβε τὴν αἰσθητικήν. τὸ δὲ „ἔλαβεν“ οὐκ ἀντὶ τοῦ ἀφεῖλεν ἀκουστέον, ἀλλ’ ἀντὶ τοῦ κατηρίθμησεν, ἐξήτασεν, ὡς ἐν ἑτέροις „λάβε τὸ κεφάλαιον τῶν σκύλων τῆς αἰχμαλωσίας“ (Num. 31, 26). τί οὖν ἐστιν ὃ βούλεται παραστῆσαι; διχῶς αἴσθησις λέγεται, ἡ μὲν καθ’ ἕξιν, ἥτις καὶ κοιμωμένων ἡμῶν ἐστιν, ἡ δὲ κατ’ ἐνέργειαν. τῆς μὲν οὖν προτέρας τῆς καθ’ ἕξιν ὄφελος οὐδέν, οὐδὲ γὰρ αὐτῇ τῶν ὑποκειμένων ἀντιλαμβανόμεθα, τῆς δὲ δευτέρας τῆς κατ’ ἐνέργειαν, διὰ γὰρ ταύτης ποιούμεθα τὰς τῶν αἰσθητῶν ἀντιλήψεις. γεννήσας οὖν τὴν προτέραν τὴν καθ’ ἕξιν αἴσθησιν, ὅτε καὶ τὸν νοῦν ἐγέννα —σὺν γὰρ πολλαῖς δυνάμεσιν ἠρεμούσαις αὐτὸν κατεσκεύαζε —,νῦν βούλεται τὴν κατ’ ἐνέργειαν ἀποτελέσαι· ἀποτελεῖται δὲ ἡ κατ’ ἐνέργειαν, ὅταν ἡ καθ’ ἕξιν κινηθεῖσα ταθῇ μέχρι τῆς σαρκὸς καὶ τῶν αἰσθητικῶν ἀγγείων· ὥσπερ γὰρ φύσις ἀποτελεῖται κινηθέντος σπέρματος, οὕτως καὶ ἐνέργεια κινηθείσης ἕξεως.