Ancient Greek · ~2 min
46 to 47
Philo Judaeus, Legum allegoriarum libri i‑iii 46-47
Not analysed yet
καὶ μὴν κατὰ ἀνατολάς ἐστιν ἡ φυτουργία τοῦ παραδείσου· οὐ γὰρ δύεται καὶ σβέννυται, ἀλλ’ ἀεὶ πέφυκεν ἀνατέλλειν ὁ ὀρθὸς λόγος, καὶ ὥσπερ, οἶμαι, ἀνατείλας ἥλιος τὸν ζόφον τοῦ ἀέρος φωτὸς ἐνέπλησεν, οὕτως καὶ ἀρετὴ ἀνατείλασα ἐν ψυχῇ τὴν ἀχλὺν αὐτῆς ἐναυγάζει καὶ τὸν πολὺν σκότον σκεδάννυσι. „καὶ ἔθετο“ φησίν „ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασεν. “ἀγαθὸς γὰρ ὢν ὁ θεὸς καὶ ἐπ’ ἀρετὴν ὡς οἰκειότατον ἔργον ἀσκῶν τὸ γένος ἡμῶν τὸν νοῦν τίθησιν ἐν τῇ ἀρετῇ, ἵνα δηλονότι μηδὲν ἄλλο ἢ ταύτην καθάπερ ἀγαθὸς γεωργὸς τημελῇ καὶ περιέπῃ.