Ancient Greek · ~2 min
ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ
Philo Judaeus, Legum allegoriarum libri i‑iii 48
Not analysed yet
ζητήσειε δ’ ἄν τις, διὰ τί, τοῦ μιμεῖσθαι θεοῦ τὰ ἔργα ὄντος ὁσίου, ἐμοὶ μὲν ἀπηγόρευται φυτεύειν ἄλσος παρὰ τῷ θυσιαστηρίῳ, τὸν δὲ παράδεισον ὁ θεὸς φυτεύει; φησὶ γάρ· „οὐ φυτεύσεις σεαυτῷ ἄλσος, πᾶν ξύλον παρὰ τὸ θυσιαστήριον κυρίου τοῦ θεοῦ σου οὐ ποιήσεις σεαυτῷ“ (Deuter. 16,21). τί οὖν λεκτέον; ὅτι πρέπει τῷ θεῷ φυτεύειν καὶ οἰκοδομεῖν ἐν ψυχῇ τὰς ἀρετάς.