Ancient Greek · ~2 min
ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ
Philo Judaeus, Legum allegoriarum libri i‑iii 68
Not analysed yet
„καὶ ὄνομα τῷ ποταμῷ τῷ δευτέρῳ Γηών· οὗτος κυκλοῖ πᾶσαν τὴν γῆν Αἰθιοπίας." συμβολικῶς ἐστιν ὁ ποταμὸς οὗτος ἡ ἀνδρεία· ἑρμηνευθὲν γὰρ τὸ Γηὼν ὄνομά ἐστι στῆθος ἢ κερατίζων· ἑκάτερον δὲ ἀνδρείας μηνυτικόν· περί τε γὰρ τὰ στήθη, ὅπου καὶ ἡ καρδία, διατρίβει καὶ πρὸς ἄμυναν εὐτρέπισται· ἐπιστήμη γάρ ἐστιν ὑπομενετέων καὶ οὐχ ὑπομενετέων καὶ οὐδετέρων. περικυκλοῖ δὲ καὶ περικάθηται προσπολεμοῦσα τὴν Αἰθιοπίαν, ἧς ἐστιν ἑρμηνευθὲν τοὔνομα ταπείνωσις· ταπεινὸν δὲ ἡ δειλία, ἡ δὲ ἀνδρεία ταπεινώσει καὶ δειλίᾳ πολέμιον.