Ancient Greek · ~1 min
ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ
Philo Judaeus, Legum allegoriarum libri i‑iii 69
Not analysed yet
„καὶ ὁ ποταμὸς ὁ τρίτος Τίγρις, οὗτος ὁ πορευόμενος κατέναντι Ἀσσυρίων. “τρίτη ἐστὶν ἀρετὴ σωφροσύνη, ἀντιστατοῦσα τῇ κατευθύνειν δοκούσῃ τὴν ἀνθρωπίνην ἀσθένειαν ἡδονῇ· Ἀσσύριοι γὰρ εὐθύνοντες Ἑλλάδι γλώττῃ καλοῦνται. τίγριδι δὲ τῷ ἀτιθασωτάτῳ ζῴῳ τὴν ἐπιθυμίαν εἴκασε, περὶ ἣν ἡ σωφροσύνη πραγματεύεται.